ΘΕΟΦΙΛΟΣ Γ΄
Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας πόλεως Ἱερουσαλήμ
καί πάσης Παλαιστίνης
παντί τῷ πληρώματι τῆς Ἐκκλησίας, χάριν καί ἔλεος
καί εἰρήνην
ἀπό τοῦ Παναγίου καί Ζωοδόχου Τάφου
τοῦ Ἀναστάντος Χριστοῦ.
«Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε,
ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν,
καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός,
γυναιξὶ Μυροφόροις φθεγξάμενος· Χαίρετε,
καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος,
ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν» .
(Κοντάκιον Κυριακῆς τοῦ Πάσχα)
Ἐν χαρᾷ ἀνεκλαλήτῳ καί πεπληρωμένῃ, ἐν εὐχαριστίᾳ καί δοξολογίᾳ πρός τόν ὑπεράγαθον Θεόν ἡμῶν, ἡ ἁγία τοῦ Χριστοῦ Ἐκκλησία ἑορτάζει κατά τήν «σωτήριον ταύτην καί φωταυγῆ νύκτα» τό μυστήριον τῆς ἐκ νεκρῶν Ἀναστάσεως τοῦ Ἱδρυτοῦ αὐτῆς, Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἑορτάζει τό γεγονός ὅτι ὁ Υἱός καί Λόγος τοῦ Θεοῦ, ὁ «ἐν ἀρχῇ Λόγος καί Θεός Λόγος» (Ἰω. 1,1), «σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν» (Ἰω. 1,14). Γέγονε ἐν Αὐτῷ κατά Ἀθανάσιον τόν Μέγαν (PG 77, 571Α) «σύνοδος δύο πραγμάτων ἀνομοίων κατά τήν φύσιν, Θεότητος καί ἀνθρωπότητος». Ἐν τῇ προσληφθείσῃ δέ σαρκί Αὐτοῦ, εὐδοκίᾳ τοῦ Πατρός, ἐκ φιλανθρωπίας ἄκρας, ἐδέχθη ἑκουσίως θάνατον ὑπέρ ἡμῶν καί δή θάνατον σταυροῦ ἐπί Ποντίου Πιλάτου.
Τό «θεήρρυτον αἷμα Αὐτοῦ ἐξέχεεν «ἔξω τῆς πύλης» (Ἑβρ. 13,12), τῆς ἐγγύς ἡμῶν, καί ἐτάφη ἐν τῷ μνημείῳ τούτῳ, ἐν ᾧ τελεῖται τήν ὥραν ταύτην ἡ θεία Εὐχαριστία ὑπό Σιών τῆς Ἁγίας, «τῆς δεξαμένης πρώτης ἄφεσιν ἁμαρτιῶν διά τῆς Ἀναστάσεως». Ἐσταυρώθη καί ἐτάφη «καί μετά ἀνόμων ἐλογίσθη». Ὁ «τάφος ἠσφαλίσθη καί ὁ λίθος αὐτοῦ ἐσφραγίσθη μετά τῆς κουστωδίας» (Ματθ. 27,66).
Οὐχ ἧττον ὁ θάνατος οὐκ ἔσχεν ἐξουσίαν ἐπ’ Αὐτοῦ, «παρέμεινεν ἐν τάφῳ σωματικῶς, ἐν ᾍδου δέ μετά ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά Ληστοῦ καί ἐν Θρόνῳ μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος». Ὁ διάβολος ἐνόμισεν ὅτι προσέλαβε κοινόν θνητόν, ἵνα καταπίῃ αὐτόν μετά τῶν ἄλλων ἀπ’ αἰώνων κεκρατημένων κατόχων αὐτοῦ, ἀλλά ἠπατήθη, «συνήντησε Θεόν κρυπτόμενον ἀνθρωπίνῃ φύσει» κατά τόν ἱερόν Χρυσόστομον. (PG 57,25). «Διέμεινε ἀθάνατος καί ἀκράτητος τοῦ θανάτου διά τήν Θεότητα ὡς ἀπαθής τοῦ Πατρός δύναμις», «ζωοποιήσας ὡς Θεός τό ἴδιον Αὐτοῦ σῶμα» κατά Κύριλλον Ἀλεξανδρείας (PG 76, 1212 & 3120). Ἔθραυσε τάς κλεῖς τοῦ θανάτου καί τάς σφραγῖδας τοῦ μνήματος καί ἀνέστη ἐκ νεκρῶν τριήμερος ὡς νικητής τοῦ θανάτου. «Ὁ ᾍδης ἐπικράνθη, ἐπικράνθη καί γάρ ἐνεπαίχθη, ἐπικράνθη καί γάρ κατηργήθη. Ἔλαβε σῶμα καί Θεῷ περιέτυχεν. Χριστός ἐγερθείς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο». Ἐσύλησε ἐκ τοῦ ᾍδου τούς δεσμώτας αὐτοῦ καί εἰσήγαγεν πάλιν εἰς τόν Παράδεισον, μάλιστα πρῶτον τόν εὐγνώμονα Ληστήν, τόν θεολογήσαντα διά τοῦ «μνήσθητί μου Κύριε ὅταν ἔλθης ἐν τῇ βασιλείᾳ Σου». (Λουκ. 23,42)
Τό ὑπερφυές μυστήριον τοῦτο ὁ Θεός ἐφανέρωσεν εἰς τούς ἀνθρώπους διά πολλῶν σημείων. «Ἰδού σεισμός ἐγένετο μέγας» (Ματθ. 28,2), «καί ἄγγελος Κυρίου ἐξ οὐρανοῦ κατελθών ἀπεκύλισε τόν λίθον τοῦ μνήματος καί ἐκάθητο ἐπάνω αὐτοῦ», καί ἔλεγεν εἰς τάς μυροφόρους γυναῖκας, «οἶδα ὅτι Ἰησοῦν ζητεῖτε τόν Ναζαρηνόν τόν ἐσταυρωμένον, ἠγέρθη, οὐκ ἔστιν ὧδε, ἴδε ὁ τόπος ὅπου ἔθηκαν Αὐτόν», (Ματθ. 28, 2-6).
Τήν ἀγγελικήν ὀπτασίαν ἐπεσφράγισεν ἡ Θεανθρωπίνη παρουσία τοῦ Ἀναστάντος Χριστοῦ ἐν τῷ ἀφθάρτῳ, δεδοξασμένῳ καί τεθεωμένῳ σώματι Αὐτοῦ, μετά τῶν τύπων τῶν ἥλων εἰς τάς χεῖρας καί τούς πόδας καί τῆς λογχευθείσης πλευρᾶς. Ὁ Ἀναστάς Κύριος ἀπήντησε ταῖς μυροφόροις γυναιξί λέγων «χαίρετε» (Ματθ. 28, 9). «Οὔσης δέ ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, εἰσῆλθεν εἰς τόν τόπον, οὗ ἦσαν συνηγμένοι οἱ μαθηταί τῶν θυρῶν κεκλεισμένων» (Ἰω. 20, 19), «μετέδωσεν αὐτοῖς τήν εἰρήνην Αὐτοῦ καί ἐπέδειξεν αὐτοῖς τάς χεῖρας καί τήν πλευράν Αὐτοῦ, ἐνεφύσησεν αὐτοῖς Πνεῦμα Ἅγιον, ἔδωκεν ἐξουσίαν ἀφέσεως ἁμαρτιῶν» (Ἰω. 20, 21-23), «τήν ὀλιγοπιστίαν τοῦ Θωμᾶ μετέβαλεν εἰς πίστιν βεβαίαν» (Ἰω. 20, 26, 27). «Ὡσαύτως ηὐλόγησε τόν ἄρτον τῆς Εὐχαριστίας ἐν τῇ πορείᾳ πρός Ἐμμαούς μετά Λουκᾶ καί Κλεόπα» (Λουκ. 24, 30). «Ἐπίσης σταθείς ἐν μέσῳ αὐτῶν διεβεβαίωσεν αὐτούς ὅτι ἔχει σάρκα καί ὀστέα καί λαβών ἐνώπιον αὐτῶν ἔφαγεν ἰχθύος ὀπτοῦ μέρος» (Λουκ. 24, 42-43) «καί παρέδειξεν Ἑαυτόν ζῶντα ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσαράκοντα, ὀπτανόμενος αὐτοῖς» (Πράξ. 1,3), «ὅτε καί ἀνελήφθη εἰς οὐρανούς» (Πράξ. 1,9), τῶν μαθητῶν ὁρώντων καί ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ τήν προσληφθεῖσαν ἀνθρωπίνην φύσιν ἡμῶν καί ἐθέωσεν αὐτήν. Οὕτω ἐπληρώθη ἡ οἰκονομία τοῦ Θεοῦ διά τήν σωτηρίαν ἡμῶν.
Ἀπό δέ τοῦ θρόνου τῆς δόξης Αὐτοῦ παρά τῷ Πατρί ἀπέστειλεν, ὡς ὑπέσχετο εἰς τούς μαθητάς Αὐτοῦ, ἄλλον Παράκλητον. Ἀπέστειλε παρά τοῦ Πατρός, τό Πνεῦμα Αὐτοῦ τό Ἅγιον, τόν φωτισμόν καί τήν δύναμιν Αὐτοῦ. Διά τῶν δώδεκα «ἐσαγήνευσε πᾶσαν τήν οἰκουμένην». Δι’ αὐτῶν ἐγκατέστησε τήν Ἐκκλησίαν, ἡδραίωσεν αὐτήν εἰς τόν κόσμον, διά νά ἐπιτελῇ τό ἔργον Αὐτοῦ, τῆς διακονίας, συνδιαλλαγῆς, ἑνότητος καί σωτηρίας τῶν ἀνθρώπων. Ἡ Ἐκκλησία κηρύττει, κατηχεῖ, βαπτίζει, ἐπιτελεῖ τό μυστήριον τῆς θείας Εὐχαριστίας καί μεταδίδει τό Σῶμα καί τό Αἷμα Αὐτοῦ τό Ἅγιον εἰς ἄφεσιν ἁμαρτιῶν καί ζωήν τήν αἰώνιον.
Τοῦτο τό ἔργον τελεῖ ἐπί τῶν Ἁγίων Τόπων ἡ Μήτηρ τῶν Ἐκκλησιῶν, Σιών ἡ Ἁγία, καθ’ ἑκάστην ἐπί τοῦ ζωοποιοῦ μνήματος τοῦ Χριστοῦ, ἐκ τοῦ ὁποίου Οὗτος ἀνέθορεν. Ἐξ αὐτοῦ εὐλογεῖ τό ποίμνιον αὐτῆς ὅπου γῆς καί τούς εὐλαβεῖς προσκυνητάς, τούς προστρέξαντας «ἐκ δυσμῶν καί θαλάσσης καί βορρᾶ καί ἑῴας», ἀναφωνοῦσα «Χριστός ἀνέστη ἐκ νεκρῶν, προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ΘΕΟΦΙΛΟΣ Γ΄
Πατριάρχης Ἱεροσολύμων